251
Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, μικροὶ μὲν καὶ ταπεινοί, οἱ αὐτοὶ δὲ ἀεὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. πίστις παρʼ ἡμῖν οὐκοὐχὶ E. ἄλλη μὲν ἐν Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινουπόλει, καὶ ἄλλη ἐν Ζήλοις, καὶ ἐν Λαμψάκῳ ἄλλη, καὶ ἐπὶ ῬώμηςῬώμῃ editi antiqui; Ῥώμην E. ἑτέρα· καὶ ἡ νῦν περιφερομένη οὐομ E. Vat., et duo Regii. διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ ἡ αὐτὴ ἀεὶ. ὡς γὰρ παρελάβομεν παρὰ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· ὡς βαπτιζόμεθα, οὕτω πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν, οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, οὔτε προτιθέντες Πατρός, ἢ πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι. τίς γὰρ οὕτω τολμηρός, ὃςὡς editi antiqui. τὴν δεσποτικὴν παρωσάμενος νομοθεσίαν ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; ἀλλʼ οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα, τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον, οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν. καὶ ἡμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι, φυλάξατε ἑαυτοὺςἑαυτοὺς οὖν editi antiqui. τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. στήκετε ἐν τῇ πίστει, περιβλέψατεπεριβλέψασθε. E, unus Regius. εἰς τὴν οἰκουμένην, καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός, ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν, καὶ ὑμῖνἡμῖν editi antiqui συνευχόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
Ἐπισκόποις τῆς Ποντικῆςτῆς Ποντικῆς om. Harl. διοικήσεως