252
Μαρτύρων τιμαὶ πᾶσι μὲν περισπούδαστοι τοῖς ἐπὶ Κύριον ἠλπικόσιν, ἐξαιρέτως δὲ ὑμῖν τοῖς ἀρετῆς ἀντιποιουμένοις, οἳ διὰ τῆς πρὸς τοὺς εὐδοκίμους τῶν ὁμοδούλων διαθέσεως τὴν πρὸς τὸν κοινὸν Δεσπότην εὔνοιαν ἐπιδείκνυσθε· ἄλλως τε καὶ διὰ τὸ συγγενές τι ἔχειν τὸν ἐν ἀκριβείᾳ βίον πρὸς τοὺς διὰ καρτερίας τελειωθέντας. ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ Δάμας, καὶ ὁ περὶ αὐτοὺς χορός, ὧν ἡ μνήμη δι’ ἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς, τὸν ἴδιον ἑαυτῆς κόσμον ἡ Ἐκκλησία, διὰ τῆς ἡμετέρας φωνῆς παρακαλοῦσα, τὴν ἀρχαίαν ἀπολαβεῖν τῆς ἐπισκέψεως ὑμῶνἡμῶν editi antiqui. συνήθειαν. ὡς οὖν ἐργασίας μεγάλης προκειμένηςπροσκειμένης editi antiqui. ὑμῖν ἐν λαῷ ἐπιζητοῦντι τὴν παρʼ ὑμῶν οἰκοδομήν, καὶ μισθῶν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκείμενον, δέξασθεδέξασθαι E. ἡμῶν τὴν παράκλησιν καὶ ἐπινεύσατε πρὸς τὴν χάριν μικρῷ πόνῳ μεγάλην ἡμῖνὑμῖν E. εὐεργεσίαν παρεχόμενοι.παρεχομένην E.
Πρεσβυτέροις Ἀντιοχείας
253
Τὴν μέριμναν, ἣν ἔχετε ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, ἐν μέρει μὲν διαναπαύσει ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἡμῶν ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, διηγησάμενος πάσης τῆς δύσεως τὴν περὶ ἡμᾶς ἀγάπην τε καὶ διάθεσιν· ἐν μέρει δὲ καὶ διαναστήσει καὶ πλέον παροξυνεῖ, ὅσην σπουδὴν ἐπιζητεῖ τὰ παρόντα πράγματα, ἐναργῶς ὑμῖν δι’ ἑαυτοῦ παραστήσας. καὶ γὰρ τῶν μὲν ἄλλων ἕκαστος, ὥσπερ ἐξ ἡμισείας, ἡμῖν ἀπήγγειλεἀνήγγειλεν editi antiqui. καὶ τὰς γνώμας τῶν ἐκεῖσε ἀνδρῶν καὶ τὴν κατάστασιν τῶν πραγμάτων· αὐτὸς δέ, ἱκανὸς ὢν καὶ προαίρεσιν ἀνδρῶν καταμαθεῖν καὶ κατάστασιν πραγμάτων ἀκριβῶς διερευνήσασθαι, πάντα ὑμῖν ἐρεῖ, καὶ πρὸς πάντα χειραγωγήσει τὴν ἀγαθὴν σπουδὴν ὑμῶν. ὥστε ἔχετεἔχειν editi antiqui. ὕλην πρέπουσαν τῇ τελείᾳ ὑμῶν προαιρέσει ἣν ἀεὶ ἐν ταῖς ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μερίμναις ἐδείξατε.
Πελαγίῳ, ἐπισκόπῳ Λαοδικείας Συρίας