255
Εἴθε ἦν μοι δυνατὸν καὶ καθʼ ἑκάστην ἡμέραν ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου. ἀφʼ οὗ γὰρ εἰς πεῖραν ἦλθον τῆς ἀγάπης σοῦ, πολὺν ἔχω τὸν πόθον μάλιστα μὲν τοῦ συνδιάγειν σοι, εἰ δὲ μή, ἐπιστέλλειν γοῦν καὶ δέχεσθαι γράμματα, ἵνα ἔχω καὶom. E. σημαίνειν τὰ κατʼ ἐμαυτὸνἑαυτὸν E. καὶ μανθάνειν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπειδὴἐπεὶ editi antiqui. δὲ οὐχ ὅσα βουλόμεθα ὑπάρχει ἡμῖν, ἀλλʼ ὅσα ὁ Κύριος δίδωσι, ταῦτα ὀφείλομεν δέχεσθαι μετʼ εὐχαριστίας, ηὐχαριστήσαμεν τῷ ἁγίῳ Θεῷ παρασχομένῳ ἡμῖν ὑπόθεσιν γραμμάτων πρὸς τὴν εὐλάβειάν σου, τὴν ἄφιξιν τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου, ὃς πολὺν ὑποστὰς ἐν τῇ ὁδοιπορίᾳ τὸν κόπον,κίνδυνον E. Med. πάντα διηγήσεταί σοι μετʼ ἀκριβείας ὅσα κατέλαβεν ἐν τῇ δύσει· ὑπὲρ ὧν καὶom. E. εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ, καὶ προσκυνεῖν αὐτόν,αὐτῷ E. ἵνα δῷ καὶ ἡμῖν τὴν αὐτὴν εἰρήνην, καὶ ἀπολάβωμεν ἀλλήλους μετʼ ἐλευθερίας. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἄσπασαι παρʼ ἡμῶν.
Τοῖς ποθεινοτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς