257
Ἃ κατʼ ἐμαυτὸν ἐφθεγξάμην ἀκούσας περὶ τοῦ πειρασμοῦ τοῦ ἐπαχθέντος ὑμῖνἡμῖν E. παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ,Κυρίου E. ταῦτα δὴκαὶ E. διὰ γράμματος ἀπαγγεῖλαι πρὸς ὑμᾶς καλῶς ἔχειν ἐνόμισα, ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτήσασθεἐκτίσασθε E. ἑαυτοῖς μακαρισμόν, τὸν ὑπὲρ τῶν διωκομένων ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποκείμενον. οὐ γὰρ ἐπειδὴ ὄνομα προσηνὲς καὶ ἤπιον περίκειται τοῖς τὰ πονηρὰ ἐργαζομένοις, τούτου ἕνεκεν καὶ τὰ πράγματα νομίζειν χρὴ μὴ πολεμίων εἶναι. χαλεπώτερον γὰρ κρίνω ἐγὼ τὸν παρὰ τῶν ὁμοφύλων πόλεμον, διότι τοὺς μὲν προκεκηρυγμένους ἐχθροὺς καὶ φυλάξασθαι ῥᾴδιον, τοῖς δὲ ἀναμεμιγμένοις ἡμῖν ἀνάγκη ἐκδότους εἶναι πρὸς πᾶσαν βλάβην· ὃ καὶ ὑμεῖς πεπόνθατε. ἐδιώχθησαν μὲν γὰρ καὶ οἱ πατέρες ἡμῶν,ὑμῶν editi antiqui. ἀλλὰ παρὰ τῶν εἰδωλολατρούντων· καὶ διηρπάγη αὐτῶν ὁ βίος, καὶ οἶκοι ἀνετράπησαν, καὶ αὐτοὶ ἐφυγαδεύθησαν, παρὰ τῶν φανερῶς πολεμούντων ἡμῖν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. οἱ δὲ νῦν ἀναφανέντες διῶκται μισοῦσι μὲν ἡμᾶς οὐδὲνμηδὲν E. ἧττον ἢ ἐκεῖνοι, εἰς δὲ τὴν τῶν πολλῶν ἀπάτην τὸ τοῦ Χριστοῦ προβάλλονται ὄνομα, ἵνα μηδὲ τὴν ἐκ τῆς ὁμολογίας παραμυθίαν ἔχωσιν οἱ διωκόμενοι, τῶν πολλῶν καὶ ἀκεραιοτέρων ἀδικεῖσθαι μὲν ἡμᾶς ὁμολογούντων, εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογιζομένων. διόπερ ἐγὼ πέπεισμαι μείζονα ὑμῖνἡμῖν E, Med., Reg. sec. ἢ τοῖς τότε μαρτυροῦσι τὸν παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀποκεῖσθαι, εἴπερ ἐκεῖνοι καὶ τὴν παρὰ τῶν ἀνθρώπων ἀποδοχὴν ὁμολογουμένην εἶχον, καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐξεδέχοντο, ὑμῖν δὲ ἐπʼ ἴσοις τοῖς κατορθώμασιν αἱ παρὰ τῶν λαῶν τιμαὶ οὐχ ὑπάρχουσιν· ὥστε εἰκὸς πολυπλασίονα ἀποκεῖσθαι ἐν τῷ μέλλοντι αἰῶνι τῶν ὑπὲρ τῆς εὐσεβείας πόνων τὴν ἀντιμισθίαν.