258
Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημῆναισημᾶναι editi antiqui. ἡμῖν κατηξίωσας) πολύ ἐστι παρʼ ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸνπάλαι editi antiqui. ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται, ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώπους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθόκαθ’ ὅσον Med. et E; καθ’ ὃν Harl. εἰσιν ἐζωγρημένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον. οὔτε γὰρ βιβλία ἐστὶ παρʼ αὐτοῖς, οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται, παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. ἐκτὸς δὴ τούτων, ἃ ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα, δι’ ἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάττοντες·κατασφάζοντες codices nonnulli. γάμοις ἐπιμαίνονται παρανόμοις· καὶ τὸ πῦρ ἡγοῦνται Θεόν· καὶ εἴ τι τοιοῦτο. τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν μέχρι τοῦ παρόντος τῶν μάγων ἐμυθολόγησεν· ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. διόπερ οὐδὲν ἔχωεἶχον E. πλέον ἐπιστέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου.
Παλλαδίῳ καὶ Ἰννοκεντίῳπρεσβυτέροις καὶ add. E, Harl., et Clarm. μονάζουσιν