22
Ὅτι οὐ δεῖ εὐτράπελα φθέγγεσθαι. ὅτι οὐ δεῖ γελᾷν οὐδὲ γελοιαστῶν ἀνέχεσθαι. ὅτι οὐ δεῖ ἀργολογεῖν, λαλοῦντά τι ὃ μήτε πρὸς ὠφέλειαν τῶν ἀκουόντων ἐστὶ μήτε πρὸς τὴν ἀναγκαίαν καὶ συγκεχωρημένην ἡμῖν ὑπὸἡμῖν ὑπὸom. E. τοῦ Θεοῦ χρείαν· ὥστε καὶ τοὺς ἐργαζομένους σπουδάζειν καθʼ ὅσον δυνατὸν μετὰ ἡσυχίας ἐργάζεσθαι, καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα μὴ λυπῆται τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. ὅτι οὐ δεῖ τῶν ἐπεισερχομένων τινὰ ἐπʼ ἐξουσίαςἔχειν add. C. D. ἐγγίζειν ἢ λαλεῖν τινὶ τῶν ἀδελφῶν, πρὶν ἂν οἱ ἐπιτεταγμένοι τὴν φροντίδα τῆς ἐν πᾶσιν εὐταξίας δοκιμάσωσι πῶς ἀρέσκει Θεῷ πρὸς τὸ κοινῇ συμφέρον. ὅτι οὐ δεῖ οἴνῳ δεδουλῶσθαι, οὔτε περὶ κρέα ἐμπαθῶς ἔχειν, καὶ καθόλου περὶ οὐδὲν βρῶμα ἢ πόμα φιλήδονον εἶναι· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. ὅτι τῶν διδομένων ἑκάστῳ εἰς χρῆσιν οὐδὲν ὡς ἴδιον ἔχειν δεῖ ἢ ταμιεύεσθαι· ἐν μέντοι τῇ φροντίδι πᾶσιν ὡς δεσποτικοῖς προσέχοντα, μηδὲν τῶν παραῤῥιπτομένων ἢ ἀμελουμένων, ἂν οὕτω τύχῃ, παρορᾷν. ὅτι οὐ δεῖ οὔτε αὐτὸν ἑαυτοῦ κύριον εἶναί τινα, ἀλλʼ ὡς ὑπὸ Θεοῦ παραδεδομένον εἰς δουλείαν τοῖς ὁμοψύχοις ἀδελφοῖς,ἀδελφοῖςom. C, D. οὕτω καὶ φρονεῖν πάντα καὶ ποιεῖν, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι.
22
Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν. ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα ἢ κίνημα ἐν ᾧ χαρακτηρίζεται θυμός, ἢ μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι. τὸν Θεόν. ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν. ὅτι οὐ δεῖ θρασέωςτραχέως C, D. ἢ καταφρονητικῶς τινὶ ἀποκρίνεσθαι ἢ ποιεῖν τι, ἀλλʼ ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν. ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἢ ἄλλῳ τινὶ σχήματι ἢ κινήματι μέλους κεχρῆσθαι, ὃ λυπεῖ τὸν ἀδελφὸν ἢ καταφρόνησιν ἐμφαίνει.