260
Τὰ δὲ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποικίλον οὐδὲ βαθύ· εὐλόγησε γὰρ αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαρίαν τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ἐν οἷς ἐκεῖνο ἐθαύμασα, πῶς, τὰ προάγοντα ὡς σαφῆ παρελθών, ἓν τοῦτοἓν τοῦτο ἐν τούτῳ editi antiqui. ἐπεζήτησας, τὸ Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. καίτοι ἐμοὶ οὐχ ἧττον φαίνεται ἄπορον, πῶς ὁ αὐτὸς εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν, καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, ἢκαὶ editi et MSS., ἢ R. J. D. τρίτον, πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ῥομφαία.
260
Ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον, οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ ἐν ἡμῖν χείρονος καταπίπτοντος, καὶ τοῦ βελτίονος διανισταμένου. καθαιρετικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν ἡ τοῦ ΚυρίουΧρίστου E. ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὡς ὅταν λέγῃ Παῦλος·λέγῃ Παῦλος λέγει ὁ Παῦλος editi antiqui. Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, ὁ αὐτὸς καὶ ἀσθενεῖ καὶ δύναται, ἀλλʼ ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεῦματι. οὕτω καὶ ὁ Κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι. οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως, ἐν ᾗ ποτε ἦσαν, καταπίπτουσι. δῆλον δὲ ὅτι οὐδέποτε στήκει ὁ ἄπιστος, ἀεὶ χαμαὶ συρόμενος μετὰ τοῦ ὄφεως, ᾧ συνέπεται. οὐκ ἔχει οὖν ὅθεν πέσῃ, διὰ τὸ προκαταβεβλῆσθαι τῇ ἀπιστίᾳ. ὥστε πρώτη εὐεργεσία τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτατὸ add. editi antiqui. ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι, τῆς εἰς Χριστὸν πίστεωςγνώσεως E. tres vetustissimi MSS. ἑκάτερον ἡμῖν χαριζομένης. πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίονα πρὸς τὴν ἀνάστασιν. ἐὰν μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογιστικὸν ἐν ἡμῖν οὐκ ἀνθήσει. οὕτως οὖν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν.