262
Τοῦτο δὲ τὸ ἄτοπον ἐλέγξαι καὶ πάνυ ῥᾴδιον. ἀλλʼ ἐπειδὴ αὐτόθεν ἔχει τὸ ἐναργὲς ἡ βλασφημία, νομίζω τῷ φοβουμένῳ τὸν Κύριον ἀρκεῖν καὶ μόνην τὴν ὑπόμνησιν. εἰ γὰρ ἐτράπη, καὶ ἠλλοιώθη. τοῦτο δὲ ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν, τοῦ Θεοῦ εἰπόντος· Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. ἔπειτα, πῶς εἰς ἡμᾶς διέβη ἡ τῆς ἐνανθρωπήσεως ὠφέλεια, εἰ μὴ τὸ ἡμέτερον σῶμα, τῇ θεότητι συναφθέν, κρεῖττον ἐγένετο τῆς τοῦ θανάτου ἐπικρατείας; οὐ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα, ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη. πῶς δὲ ἡ ἀπερίληπτος θεότης εἰς μικροῦ σώματος ὄγκον περιεγράφη, εἴπερ ἐτράπη πᾶσα ἡ τοῦ Μονογενοῦς φύσις;
262
Ἀλλὰ τοῦτο μὲν οὐδένα ἡγοῦμαι νοῦν ἔχοντα καὶ τὸν φόβον τοῦ Θεοῦ κεκτημένον πάσχειν τὸ ἀρρώστημα. ἐπειδὴ δὲ ἦλθεν εἰς ἐμὲ ἡom. E. φήμη, ὅτι τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισμῶν εἰσιν, ἀναγκαῖον ἡγησάμην, μὴ ψιλὴν ποιήσασθαι τὴν πρόσρησιν, ἀλλʼ ἔχειν τι τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον, ὃ δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. ταῦτατε add. E. οὖν παρακαλοῦμεν, διορθώσεως τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι, εἰδότας ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖνἀδιάφορον Med. et Clarom. τὴν ἐπὶ τοῦ Χριστοῦ παρρησίαν ἡμῶν ἀφαιρεῖται.
Τοῖς Δυτικοῖςἐπισκόποις περὶ Εὐσταθίου Σεβαστηνοῦ, καὶ Ἀπολλιναρίου, καὶ Παυλίνου, καὶ τῆς ἑκάστου αἱρέσεως.