263
Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντωνκαρασκευαζόντων E. editi antiqui. λύπην, Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆςom. E. κατὰ τὴν μικρὰν Ἀρμενίαν· ὅς, πάλαι μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συντιθεὶς βλασφημίας, ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳom. Med. Ἑρμογένει τῷ Καισαρείας, κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ, ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. καὶ οὕτω τὴν χειροτονίαν ὑπʼ αὐτοῦ δεξάμενος, add. editi antiqui. μετὰ τὴν ἐκείνου κοίμησιν πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. εἶτα ἐκεῖθεν διὰ οἵας δήποτε αἰτίας ἀπελαθείς, ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν, τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος.προσβαλλόμενος editi antiqui. καὶ τυχὼν τῆς ἐπισκοπῆς ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθών, δέδρακεἔγραψεν sex MSS. μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. καὶ οὕτως ἀπελαθεὶςἀπελάσθεὶς E. τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι, ὁδὸν ἑαυτῷ τῆς ἀποκατατάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. καὶ τίνα μέν ἐστιν ἃ προετάθη αὐτῷ παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου Αιβερίου, τίνα δὲ ἃ αὐτὸς συνέθετο, ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ ἀποκατέστη τῷ τόπῳ. οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην, ἐφʼ ᾗ ἐδέχθη, καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι, καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν πνευματομάχων αἱρέσεως. ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ ἡ δύναμις τοῦ ἀδικεῖν τὰς ἐκκλησίας, καὶ τῇ παρʼ ὑμῶν δεδομένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν, καὶ ἐπισταλῆναι ταῖς ἐκκλησίαις τίνα μέν ἐστιν ἐφʼ οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε πατέρων.