268
Ἔδειξε καὶ ἐφʼ ἡμῶν ὁ Κύριος, ὅτι οὐκ ἐγκαταλείπει τοὺς ὁσίους αὐτοῦ, τῇ μεγάλῃαὐτοῦ add. E. καὶ κραταιᾷ χειρὶ αὐτοῦom. E. περισκεπάσας τὴν ζωὴν τῆς ὁσιότητός σου. σχεδὸν γὰρ παραπλήσιον τοῦτο τιθέμεθα τῷ ἐν κοιλίᾳ κήτους ἀπαθῆ διαμεῖναι τὸν ἅγιον, καὶ ἐν πυρὶ λάβρῳ ἀβλαβῶς διαιτᾶσθαι τοὺς φοβουμένους τὸν Κύριον, ὅπου γε καὶ τὴν σὴν θεοσέβειαν πανταχόθενπανταχόσε editi antiqui. ὑμῖν, ὡς ἀκούω, τοῦ πολέμου περιχυθέντος, ἀβλαβῆ διεφύλαξε.διαφυλάξειέ γε editi antiqui. καὶ φυλάξειέ γε πρὸς τὸ ἑξῆςἐφεξῆς E. ὁ δυνατὸς Θεὸς ἡμῖν, ἐὰν ἔτι ζῶμεν,ἔτι ζῶμεν ἐπιζῶμεν editi antiqui. τὸ πολύευκτον θέαμα, ἢ τοῖς γοῦν ἄλλοις, οἳ τὴν σὴν ἐπάνοδον οὕτως ἀναμένουσιν ὡς οἰκείαν ἑαυτῶν σωτηρίαν. πέπεισμαι γὰρ ὅτι, τοῖς δάκρυσι τῶν ἐκκλησιῶν καὶ τοῖς στεναγμοῖς οἷςοὓς E. et alii. ἐπὶ σοὶ πάντες στενάζουσι προσχών, ὁ φιλάνθρωπος διαφυλάξει σε τῷ βίῳ, ἕως ἂν δῷ τὴν χάριν τοῖς νυκτὸς καὶ ἡμέρας δεομένοις αὐτοῦ.
268
Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθʼ ὑμῶνὑμᾶς multi MSS. δι’ αὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπʼ ἐκείνου τοῦ χρόνου δεόμεθα μαθεῖν. μείζονα γὰρ ἐν τῷ μεταξὺ καὶ χαλεπώτερα ἀκούομεν γεγενῆσθαι πάθη περὶ τοὺς τόπους· ἅπερ, ἐὰν μὲν ᾖ δυνατόν, καὶ θᾶττον, εἰ δὲ μή, διὰ γοῦν τοῦ εὐλαβεστάτου ἀδελφοῦ Παύλου τοῦ συμπρεσβυτέρου ἐπανιόντος μάθοιμεν, ὡς εὐχόμεθα, ὅτι ἀβλαβὴς καὶ ἀνεπηρέαστος ὑμῶν φυλάττεται ἡ ζωή. διὰ δὲ τὸ ἀκοῦσαιὅτι add. E. πάντα λῃστῶν καὶ δησερτόρωνδισεκτόρων E. δησαρτόρων Regius primus; δισερτόρων Regius sec.; δισερτέρων Coisl. sec.; δεσερτόρων Med. πεπληρῶσθαι τὰ τῆς ὁδοῦ, ἐφοβήθημέν τι εἰς χεῖρας ἐμβαλεῖν τοῦ ἀδελφοῦ, μὴ καὶ αὐτῷ παραίτιοι θανάτου γενώμεθα. ἐὰν δὲ δῷ ὁ Κύριος μετρίαν γαλήνην, ὡς ἀκούομεν τοῦ στρατοπέδου τὴν πάροδον, σπουδάσομεν καὶ τῶν ἡμετέρων ἐκπέμψαι τινά, τὸν ἐπισκεψόμενον καὶ ἕκαστα ἡμῖν τῶν παρʼ ὑμῖνὑμῶν editi antiqui. ἀναγγέλλοντα.
Τῇ ὁμοζύγῳ Ἀρινθαίου στρατηλάτου παραμυθητική