22
Ὅτι οὐ δεῖ ἐνἐπὶ C. παροργισμῷ ἀδελφοῦ ἐπιδῦναι τὸν ἥλιον, μή ποτε ἡ νὺξ διαστῇ μεταξὺ ἀμφοτέρωνδιαστῇ μεταξὺ ἀμφοτέρων μεταστήσει ἀμφοτέρους C. καὶ καταλίπῃ ἐν ἡμέρᾳ κρίσεως ἀπαραίτητον ἔγκλημα. ὅτι οὐ δεῖ καιρὸν ἀναμένειν ἐπὶ τῇ ἑαυτοῦ διορθώσει, διὰ τὸ μὴ ἀσφαλὲς ἔχειν περὶ τῆς αὔριον, ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι τὴν αὔριον οὐ κατέλαβον. ὅτι οὐ δεῖ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, δι’ ἧς γίνονται φαντασίαι νυκτεριναί. ὅτι οὐ δεῖ περισπᾶσθαι εἰς ἄμετρον ἐργασίαν καὶ ὑπερβαίνειν τοὺς ὅρους τῆς αὐταρκείας, κατὰ τὸν ἀπόστολον εἰπόντα· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ὅτι ἡ περισσεία ἡ ὑπὲρ τὴν χρείαν εἰκόνα πλεονεξίας ἐμφαίνει, ἡ δὲ πλεονεξία ἀπόφασιν ἔχει εἰδωλολατρείας. ὅτι οὐ δεῖ φιλάργυρον εἶναι, οὐδὲ θησαυρίζειν εἰς ἀνωφελῆ ἃ μὴ δεῖ. ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ ἀκτημοσύνην ἀσπάζεσθαι κατὰ πάντα, καὶκαὶ κατὰ πάντα C. καθηλωμένον εἶναι τῷ φόβῳ τοῦ Θεοῦ, κατὰ τὸν εἰπόντα· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
22
Δῴη δὲ ὁ Κύριος μετὰ πάσης πληροφορίας ὑμᾶς ἀναδεξαμένους τὰ εἰρημένα, εἰς δόξαν Θεοῦ καρποὺς ἀξίους τοῦ Πνεύματος ἐπιδείξασθαι, Θεοῦ εὐδοκίᾳ καὶ συνεργίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.
Παραθετικὴ πρὸς μονάζονταπαραθετικὴ ἀποταξαμένῳ τῷ βίῳ καὶ μονάσαντι F.