275
Προέλαβες τὰς παρʼom. E. ἡμῶν παρακλήσεις ἐν τῇ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸνἑταῖρον Clarom. ἡμῶν Ἥραν διαθέσει, καὶ γέγονας αὐτῷ εὐχῆς ἀμείνων τῶν τε τιμῶν ταῖς ὑπερβολαῖς αἷς εἰς αὐτὸν ἐπεδείξωἀπεδείξω editi antiqui. καὶ ταῖς ἐφʼ ἑκάστου καιροῦ προστασίαις. ὅμως δὲ καὶ ἡμεῖς, ἐπειδὴ σιωπῇ φέρειν τὰ κατʼ αὐτὸν οὐ δυνάμεθα, παρακαλοῦμέν σου τὴν ἀνυπέρβλητον τιμιότητα καὶ εἰς ἡμετέραν χάριν προσθεῖναι τῇ εἰς τὸν ἄνδρα σπουδῇ, καὶ ἀποπέμψαι αὐτὸν τῇ πατρίδι κρείττονα τῆς παρὰ τῶν ἐχθρῶν αὐτοῦ ἐπηρείας· ἐπεὶ νῦν γε οὐκ ἔξω ἐστὶ βελῶν τοῦ φθόνου, πολλῶν αὐτοῦαὐτὸν editi antiqui. ἐπηρεάζειν ἐπιχειρούντων τῇ ἀπραγμοσύνῃ τοῦ βίου. πρὸς οὓς μίαν εὑρήσομεν ἀσφάλειαν ἄρρηκτον, εἰ αὐτὸς ὑπερσχεῖν τὴν χεῖρα τοῦ ἀνδρὸς θελήσειας.
Ἁρματίῳ τῷ μεγάλῳ