277
Τίνι δʼ ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψινἀντίληψιν E. καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσαιο,διασώσεις editi antiqui. μακρότερον εἰπεῖν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου. ἐπῆλθε δʼ οὖν ἐμοὶ καὶ αὐτὰ ταῦτά σοιom. E. προσφθέγξασθαι, ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκνου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος, ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι.
Οὐαλεριανῷ
278
Ἐγὼ τὴν εὐγένειάν σου καὶ κατὰ τὴν ὈρφανήνηνὈρφανὴν E. Clarom. γενόμενος ἐπεθύμουν ἰδεῖν. προσεδόκων γάρ σε ἐν Κορσαγαίνοις διάγοντα μὴ ὀκνήσειν πρὸς ἡμᾶς διαβῆναι ἐν ἈτταγαίνοιςἈταΐνοις E. τελοῦντας τὴν σύνοδον. ἐπεὶ δὲ ἐκείνης διήμαρτον τῆς συνόδου, ἐπεθύμουν ἰδεῖν ἐν τῷ ὄρει. πάλιν γὰρ ἐκεῖ ἡ Εὔησος,Εὐήσας E. πλησίον οὖσα, τὴν ἐλπίδα τῆς συντυχίας ἐπέτεινεν. ὡς δὲ ἀμφοτέρων διήμαρτον, ἦλθον ἐπὶ τὸ γράφειν, ἵνα καταξιώσῃς με καταλαβεῖν, ὁμοῦ μὲν τὸ εἰκὸς ποιῶν, νέος φοιτῶν παρὰ γέροντι, ὁμοῦ δὲ καὶ διὰ τῆς συντυχίας δεχόμενός τινα παρʼ ἡμῶν συμβουλήν, διὰ τὸ εἶναί σοι πράγματα πρός τινας τῶν ἐν Καισαρείᾳ, τὰ δεόμενα τῆς ἡμετέρας μεσιτείας πρὸς τὴν διόρθωσιν. ἐὰν οὖν ἀνεπαχθὲς ᾖ, μὴ κατοκνήσῃς ἡμᾶς καταλαβεῖν.
Μοδέστῳ ὑπάρχῳτῶν πραιτωρίων add. E.
279
Κἂν πολλοὶ ὦσιν οἱ γράμματαγράμμα E. παρʼ ἡμῶν προσκομίζοντες τῇ τιμιότητί σου, ἀλλὰ διὰ τὸ ὑπερβάλλον τῆς σῆς περὶπρὸς editi antiqui. ἡμᾶς τιμῆς ἡγοῦμαι τὸ πλῆθος τῶν γραμμάτων ὄχλον μηδένα παρέχειν τῇ μεγαλοφυΐᾳ σου. διὰ τοῦτο προθύμως καὶ τῷ ἀδελφῷ τούτῳ τὴν ἐπιστολὴν ἔδωκαδέδωκα Regius sec. ταύτην, εἰδὼς ὅτι καὶ αὐτὸς πάντων τεύξεται τῶν σπουδαζομένων, καὶ ἡμεῖς ἐν τοῖς εὐεργέταις λογισθησόμεθα παρὰ σοί, ἀφορμὰς εὐποιϊῶν προξενοῦντες τῇ ἀγαθῇ προαιρέσει σου.