289
Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις, διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσθαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι, τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. ὁ δὲ συναλγῶν οὐκ ἔστιν· ἀλλʼ ὄντως νῦν τῆς ἐρημίας ᾐσθόμην,ᾔσθην E. Vat.; ᾔσθήθην Reg. καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα· καὶ, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω, ἐν ᾗ τοσαύτη σπάνις μισοπονήρων ἐστίν· οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι.
289
Ταῦτα καὶ πολλῷ ἔτι πληκτικώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα, ἀπῆλθεν, οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν, ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν, οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλʼ εἰς αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν, ἧς ἡ βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται.
289
Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκίμασον, ὦ θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρʼ ἑαυτῷ· μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας· οἷς πάλαι προείρηται παρὰ τοῦ ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα ἐπὶ τῷ πονηρῷ ἔργῳ· Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ. ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον,οὐ φιλάνθρωπον ἀφιλάνθρωπον Regius sec. et Coisl. sec. οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν. ἴσως δʼ ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας· καὶ τότε δείξομεν, ὅτι οὐδὲν ἡμῶν ὄφελος, ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους.
Νεκταρίῳὅτι οὐκ ἀνθρωπίνῃ περιδρομῇ τοὺς ἐπισκόπους δεῖ προχειρίζεσθαι, ἀλλὰ κατ’ ἐκλογὴν τοῦ ἐπὶ πάντων Θεοῦ add. editi antiqui et duo MSS. that bishops should not be elected by human meddlesomeness but according to the selection of the God of all.