292
Ἐπειδὴ οὖν οἰκεῖον μέν σε ἑαυτῷμέν σε ἑαυτῷ σεαυτῷ editi antiqui; μέν σε αὐτῷ Harl. et Paris. ὁ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσηςπαλαιᾶς Harl. τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν, καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε, ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα, λελογισμένως τὴν χάριν δέξασθαι, καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ, πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ἢ ῥυτίδα ἐμβαλὼνἐπιβάλλων quinque MSS. τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλʼ ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων, ὡς Χριστὸν ἐνδυσάμενος. ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι.
Ἰουλιανῷἠθικὴ πάνυ ὡραία a beautiful moral letter add. E et Med.