23
Διὸδιὸom. E. γράφων παρακαλῶ τὴν ἀσύγκριτον ὑμῶν ἐν Χριστῷἐν Χριστῷom. C, D. τελειότητα τυπῶσαι, εἰ οἷόν τε εἴη, καὶ δίχα μου ποιῆσαι τήν τε ἀποταγὴν αὐτοῦαὐτῷ Ed. Ben.; αὐτοῦ MSS. κατὰ τὸ ἄρεσκον Θεῷ, καὶ στοιχειωθῆναιθεῷ add. C. D. αὐτὸν κατὰ τὰ δόξαντα τοῖς ἁγίοις πατράσι καὶ ἐγγράφως ὑπʼ αὐτῶνὑπ’ αὐτῶν αὐτοῖς F. ἐκτεθέντα· ἤδη δὲ αὐτῷ προταθῆναιπροτεθῆναι E. ἅπαντα ὅσα τῇ ἀκριβείᾳ δοκεῖ τῇ ἀσκητικῇ, καὶ οὕτως αὐτὸν προσαχθῆναι τῷ βίῳ, αὐθαιρέτως ἀναδεξάμενον τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ ὑπαγαγόντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Κυρίου ζυγῷ, καὶ κατὰ μίμησιν τοῦ δι’ ἡμᾶς πτωχεύσαντος καὶ σάρκα φορέσαντος πολιτευσάμενον, καὶ κατὰ σκοπὸν δραμόντα πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, τυχεῖν τῆς παρὰ τοῦ Κυρίου ἀποδοχῆς. ἐγὼ γὰρ σπουδάζοντα αὐτὸν ἐνταῦθα δέξασθαι τὸν τῆς κατὰ Θεὸν ἀγάπης στέφανον ὑπερεθέμην,ὑπεθέμην C, D. βουλόμενος μετὰ τῆς ὑμετέρας θεοσεβείας ἀλεῖψαι αὐτὸν πρὸς τοὺς τοιούτους ἄθλους, καὶ ἕνα ὃν ἂν ὑμῶν αὐτὸς ἐπιζητήσῃ ἐπιστῆσαι αὐτῷ ἀλείπτην, καλῶς παιδοτριβοῦντα καὶ παλαιστὴν δόκιμον ἀπεργαζόμενον διὰ τῆς συντόνου καὶ μακαρίας ἐπιμελείας, τιτρώσκοντα καὶ καταβάλλοντα τὸν κοσμοκράτορα τοῦ σκότους τοῦ αἰῶνοςτοῦ αἰῶνοςom. A, B, C, D. τούτου καὶ τὰ πνευματικὰ δὲ τῆς πονηρίας, πρὸς ἃ ἡμῖν ἐστὶ κατὰ τὸν μακάριον ἀπόστολον ἡ πάλη. ὃ τοίνυν ἐγὼ μεθʼ ὑμῶν ἠβουλήθην ποιῆσαι, ἡ ἐν Χριστῷ ὑμῶν ἀγάπη καὶ δίχα μου ποιησάτω.
Ἀθανασίῳ τῷ πατρὶ Ἀθανασίου τοῦ ἐπισκόπου