299
Ἀλλʼ ἐπειδὴ ἠβουλήθη ὁ Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γενέσθαι, μηδὲ ὥσπερἐν add. E. ἀνδραπόδων ἀγορὰνἀνδραπόδων ἀγοράν ἐν ἀνδραπόδων ἀγορᾷ E, editi antiqui. εἶναι τὴν ἀποτίμησιν, ἀλλʼ ὡς ἔστι δίκαιον ἕκαστον ἀπογράφεσθαι,γράφεσθαι sex MSS. antiqui. δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρόν, ἀλλʼ οὖν ὡς πρόξενόν σοι γενέσθαι δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. καὶ μήτε δυναστείαν ὑποπτήξῃς, μήτε πενίας καταφρονήσῃς, ἀλλὰ τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσηςom. E. ἀρρεπέστερον παράσχου τοῖς διοικουμένοις. οὕτω γὰρ καὶ τοῖς πεπιστευκόσι φανερὰ γενήσεταί σου ἡ περὶ τὸ δίκαιον σπουδή, καὶ θαυμάσονταί σεom. Med. παρὰ τοὺς ἄλλους. ἢ κἂν ἐκείνους διαλάθῃ, τὸν Θεὸν ἡμῶν οὐ λήσεται, τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.ἔπαθλα duo MSS.
Πρὸς πατέρα σχολαστικοῦ τελευτήσαντος παραμυθητικήπατρὶ σχολαστικοῦ παραμυθητικὴ E, Harl., et Med.