313
Οὐκ ἔστι πόρρωθεν ἰδεῖν τὰς οἰκονομίας τοῦ Θεοῦ, ἀλλʼ ὑπὸ μικροψυχίας οἱ ἄνθρωποι πρὸς τὸ ἐν ποσὶν ἀποβλέπομεν, καὶ πολλάκις ἐπὶ ἀγαθὸν πέρας ἀγόμενοι δυσχεραίνομεν, ἀνεχομένου ἡμῶν τῆς ἀμαθίας τοῦ πάντα ἐν τῇ ἑαυτοῦαὐτοῦ editi antiqui. σοφίᾳ διοικοῦντος Δεσπότου. μέμνησαι γὰρ δήπου ὅσον ἐδυσχεράναμενἐδυσχεραίνομεν Regius uterque et Coisl. sec. τότε πρὸς τὴν ἐπιτεθεῖσαν ἡμῖν φροντίδα, ὅσους παρελάβομεν τῶν φίλων εἰς τὸ δι’ αὐτῶν ἀπώσασθαι τὴν ἐπήρειαν. οὕτω γὰρ ὠνομάζομενὀνομάζομεν editi antiqui. τὸ πρᾶγμα.
313
Ἀλλὰ νῦν ὁρᾶς ὁποῖα τὰ παρόντα. παρέσχε γάρ σοι ὁ Θεὸς ἀφορμὴν τοῦ τὴν καλοκἀγαθίαν τῶν τρόπων εἰς φανερὸν ἀγαγεῖν καὶ παντὶ τῷ ἐφεξῆς βίῳ ἀγαθῆς μνήμης ἀφορμὰς ἐναφεῖναι. ὁποῖαι γὰρ ἂν ὦσιν αἱ ἀποτιμήσεις αὗται, τοιαῦται καὶ αἱ ἐπʼ αὐταῖς μνῆμαι παρὰ τῶν ἐπιγινομένων διασώζεσθαι πεφύκασιν.τοιαῦται...πεφύκασιν τοιαύτη καὶ ἡ ἐπ’ αὐτοῖς μνήμη...πέφυκε editi antiqui. ἐπεὶδὲ add. MSS. et editi. δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου ἤθους ἐπιτυχεῖν, ἀκριβῶς ἐγὼ πέπεισμαι. ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἐμαυτόν.ἑαυτὸν editi antiqui. ἔστι γὰρ κἀμοὶ οἶκος ἐν Γαλατίᾳ, καὶ οἴκων γε ὁ λαμπρότατος σὺν Θεῷ, εἰς ὃν εἰ τύχοιμι παρὰ σοῦ τινος βοηθείας (τεύξομαι δὲ ἕως ἂν ἡ φιλία τὴν οἰκείαν ἰσχὺν ἔχη), μεγάλην εἴσομαι τῷ Θεῷ τὴν χάριν.
313
Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος ΣουλπικίουΟὐλπικίου editi antiqui. ἡμῶν ἕνεκεν παρακλήθητι, ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς, μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε· εἰ δὲ μή, ἀλλʼ ὅσον οἵ τε καιροὶχρόνοι editi antiqui. συγχωροῦσι καὶ ἡ τῶν πραγμάτων ἐπιδέχεται φύσις· πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταυτότητος· ὥστεὡς E. et Med. ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι.
Ἀνεπίγραφος, ἐπὶ οἰκέτῃ