318
Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸτὸ add. E. τῆς πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε, δέξαι, καὶ ὡς πατριώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρʼ ἡμῶν συνιστάμενόν σοι· καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. δῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις, οὐ παρʼ ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου, τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.
ὉμοίωςἈνεπίγραφος E. ὑπὲρ ξένου
319
Κατὰ πόδας τῆς ἀναχωρήσεώς σου ἐπέστη ἡμῖν ὁ υἱὸς οὗτος, ὁ τὴν ἐπιστολήν σοι ταύτην ἀποδιδούς, χρείαν ἔχων, ὡς ἀνὴρ ἐν ἀλλοδαπῇ διάγων, πάσης τῆς παρὰ τῶν Χριστιανῶν ὀφειλομένης τοῖς ξένοις παραμυθίας. τὸ μὲν οὖν πρᾶγμα οὗτός σοι ἐναργέστερον διηγήσεται, τὴν δὲ βοήθειαν αὐτὸς παρέξεις τήν σοι κατὰ δύναμιν καὶ ἀναγκαίαν τοῖς προκειμένοις. ἐὰν μὲν οὖν παρῇ ὁ ἡγεμών, αὐτὸς ξεναγήσεις πρὸς αὐτὸν δηλονότι, ἐπεὶ διὰ τῶν πολιτευομένων παρέξεις αὐτῷ τὰ σπουδαζόμενα. οὐ γὰρ μικρῶς μοι μέλει τὸ πάντα αὐτὸν κατὰ γνώμην πράξαντα ἐπανελθεῖν.
Ἀνεπίγραφος, ἐπὶ προσηγορίᾳ
320
Διὰ μακροῦ ἡμῖν ὑπῆρξε προσειπεῖν τὴν τιμιότητά σου, τῷ τὸν ἀνακομίζοντα τὰς ἀποκρίσεις πολὺν χρόνον ἐνδιατρίψαι τῇ ἡμετέρᾳ καὶ ἀνδράσι καὶ πράγμασι δυσχερεστέροιςδυσχερεστατοις editi antiqui. περιπεσεῖν. ἐνιαυτὸν γὰρ ὅλον ἀπεξενώθη τῆς ἐνεγκούσης. ἀπάταιςἀπάτας γὰρ editi antiqui. ἀνθρώπων καὶ διαλύσεσιν ὑπαχθείς, εἰ τῆς παρούσης αὐτῷ κακουργίας κρατήσειε, τοῦ παντὸς περιέσεσθαι, ὀψὲ τοῦ κεφαλαίου τῆς ζημίας ἐπῄσθετο, ἐν τῇ κατὰ μικρὸν ἀπάτῃ τῆς αἰσθήσεως κλεπτομένης.