325
Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαιἐπεξεργάσασθαι nonnulli MSS. εὐφροσύνην. νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναικῶν Ἰκέλιον,Εἰκέλιον Vat. et Bigot. ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολήν ἀποδοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν, οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς σῆςὑμετέρας editi antiqui. καλοκἀγαθίας, ἀλλὰ καὶ τῷ παρʼ ἑαυτῆς πᾶσαν ἐπιδεικνύναι ἀρετῆς ἐπιμέλειαν. ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι’ αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ Δεσπότου Θεοῦ. ἀλλʼ ἴδοιμέν ποτε καὶ αὐτὸν σέ, καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν, μήτε ἀρρωστίας, μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.τὴν συντυχίαν nonnulli MSS.
Ἀνεπίγραφος, ἐπὶ νουθεσίᾳ
326
Ἔδωκεν ἡμῖν ὁ ἅγιος Θεὸς οἰκειοτάτην πραγμάτων ὑπόθεσιν τὸν ἀδελφὸν τόνδε γνωρίσας ἡμῖν, τὸν ἄνδρα, ᾧ κατὰ τὴν ἐπάνοδον τὴν πρὸς τὴν σὴν τιμιότητα ἐχρησάμεθα τῆς ἐγγράφουἐγγράφης editi antiqui. ταύτης ὁμιλίας ἡμῶν διακόνῳ, εὐχόμενοι τῷ Θεῷ, ἐπὶ μεῖζόν σε περιφανείας καὶ δόξης προιόντα κοσμεῖν καὶ ἡμᾶς καὶ τὴν πατρίδα πᾶσαν τῇ οἰκείᾳ σεαυτοῦ ἀρετῇ.πᾶσαν ...ἀρετῇ om. E
326
Παρακαλοῦμεν δέ σε παρὰ πάντα τὸν βίον μεμνῆσθαι τοῦ κτίσαντός σε Θεοῦ καὶ τιμήσαντος, ἵνα πρὸς τῇ τοῦ βίου τούτου λαμπρότητι ἔτιom. E. καὶ τῆς οὐρανίου δόξης ἀξιωθῇς, ἧς ἕνεκεν πάντα ποιητέον ἡμῖν, τοῖς πρὸς τὴν μακαρίαν ἐλπίδα τὴν ζωὴν ἡμῶν ἀπευθύνουσιν.
Ἀνεπίγραφος, ἐπὶ παρακλήσει
327
Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας, καὶ ἀπόντων μεμνῆσθαι καταξιοῖςκατηξίους editi antiqui. (ἦλθε γὰρ εἰς ἡμᾶς ἡ ἀκοή), παρὰ τοῦ ἀγαθοῦ Δεσπότου γένοιτό σοι ἀντίδοσις· καί σε ἴδοιμενἴδωμεν editi antiqui. ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ βασιλεῖ σεμνότητος ἀπολαύσῃς.