333
Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. διὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃλάβοι Med. et Regius sec. τὸ τάχος ὁ γράφων. σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει, καὶ τοὺς τόπουςτύπους editi antiqui. ἀκολούθως κατάστιζε. ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτηται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον.
Καλλιγράφῳπρὸς καλλιγράφον E et alii MSS.; στρεβλοὺς ποιοῦντα τοὺς στίχους to a calligraphist who made twisting lines add. Harl.
334
Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς· καὶ μήτε αἰωρείσθω πρὸς ὕψος ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν, ὥσπερ τὸν παρʼ Αἰσώπῳ καρκίνον· ἀλλʼ εὐθὺ χώρει, ὥσπερ ἐπὶ στάθμηςἐπὶ στάθμης στάθμῃ τεκτονικῇ nonnulli MSS. βαδίζων τεκτονικῆς, ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν, οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων. ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. τῶν γὰρ στίχων κειμένωνἐγκειμένων E. κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφʼ ἕτερον ἀφʼ ἑτέρου,ἐφ’ ἕτερον ἀφ’ ἑτέρου ἀφ’ ἑτέρου εἰς ἕτερον editi antiqui. ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος.προϊόντος editi antiqui. ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας, ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπιζητεῖν, ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. γράφε τοίνυν ὀρθῶς, καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων.
Βασίλειος Λιβανίῳ
335
Αἰσχύνομαι καθʼ ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύσεωςτῆς σῆς add. editi antiqui. ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασκάλῳ. ἀλλʼ ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν, τὰ προσήκοντα σφίσιν αὐτοῖς αἱρουμένων, οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομένπαραπέμπομαι editi antiqui. σοι, τοσοῦτον αὐτοῖς χαριζόμενος,χαριζόμενοι E. ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι πρὸςom. E. τὰς πηγάς.