341
Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν.τρέμοντα γράφειν E et alii. ἀλλʼ εἰ μὲν ἀφῆκας, τί οὐκ ἐπιστέλλεις, ὦ ἄριστε; εἰ δὲ ἔτι κατέχεις, ὃ πάσηςὃ πάσης ὅπερ E. λογίας ψυχῆς καὶ τῆς σῆς ἐστιν ἀλλότριον, πῶς ἄλλοις κηρύττων μὴ χρῆναι μέχρι δυσμῶν ἡλίου λύπην φυλάττειν, αὐτὸς ἐν πολλοῖς ἡλίοις ἐφύλαξας; ἢ τάχα ζημιῶσαί με προείλουτιμωρεῖσθαί με βούλει add. editi antiqui. τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν; μὴ σύ γε, ὦ γενναῖε, ἀλλὰ γενοῦ πρᾶος, καὶ δὸς ἀπολαῦσαιἀπολαύειν editi antiqui. τῆς παγχρύσου σου γλώττης.
Βασίλειος Λιβανίῳ
342
Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ πρὸς αὐτὰς τὰς ἀκάνθας, ὧν τὸ ἄνθος ἐκφύεται, δυσχεραίνουσι. καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν, παίζοντος τάχα ἢ καὶ σπουδάζοντος, ὅτι, καθάπερ ἐρωτικά τινα κνίσματακνήσματα E. τοῖς ἐρασταῖς, τὰς λεπτὰς ἐκείνας ἀκάνθας ἡ φύσις τῷ ἄνθει προσέφυσε, πρὸς μείζονα πόθον τοῖς εὐπλήκτοιςἀπλήκτοις Regius primus; ἀπράκτοις Regius see. et Coisl. see.; ἀπλήστοις E. κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα.
342
Τί βούλεταί μοιτί βούλεταί μοι τί μοι δὴ βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον; πάντως οὐδέν σε χρὴ editi antiqui. τὸ ῥόδον τοῖς γράμμασιν ἐπεισαγόμενον; πάντως οὐδὲν δεῖ σε διδαχθῆναι τῆς ἐπιστολῆς μεμνημένον τῆς σῆς, ἣ τὸ μὲν ἄνθος εἶχε τοῦ ῥόδου, ὅλον ἡμῖν τὸ ἔαρ τῇ εὐγλωττίᾳτῆς εὐγλωττίας editi antiqui. διαπετάσασα, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθʼ ἡμῶν ἐξηκάνθωτο. ἀλλʼ ἐμοὶ τῶν σῶν λόγων καθʼ ἡδονήν ἐστι καὶ ἡ ἄκανθα, πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα.
Λιβάνιος Βασιλείῳ
343
Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; σοῦσοὶ Harl., Anglicanus. μὲν γὰρ ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαί, κρείσσους ναμάτων ἐπιρροῆς· ἡμεῖςἡμῖν editi antiqui. δὲ εἰ μὴ καθʼ ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾷν.
Βασίλειος Λιβανίῳ