345
Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ· τίς δὲ ἰδών τέ σε καὶ οὐ φθονῶν; ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς, κἄν σε τοῦτʼ ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦντας μὴ βοᾷν. οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας,ἀπαγγείλας Regius see., Coisl. see. ἢν δοῦναι ῥᾷστον, ἀτυχὴς ἀπῆλθεν. εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. τί οὖν ᾔτουν; πολλάκις ἐν στρατηγίῳστρατηγίου E. σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλʼ εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου. μέρους δὲ ἐπεθύμουν, ἐν ᾧ τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃνom. E. ὕβρισενὕβριζεν E. Ἀγαμέμνων ἐθεράπευεθεραπεύων E. δώροις. ταῦτʼ ἐμοῦ λέγοντος, ἐγέλας, ἀρνεῖσθαι μὲν οὐκ ἔχων, ὡς οὐκ ἂν δύναιο βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν, ὅτι σε ἔφην ἀδικεῖν, ἀδικεῖσθαιἀδοκεῖσθαι E; ἠδικῆσθαι editi antiqui. δοκῶ;
Λιβάνιος Βασιλείῳ
346
Εἰ μέν τι περὶ τοὺς λόγους τοῖς νέοις οἷς ἔπεμψας προσεθήκαμεν, αὐτὸς κρινεῖς. ἐλπίζω δὲ αὐτό, κἂν μικρὸν ᾖ, μεγάλου λήψεσθαι δόξαν, διὰ τὴν πρὸς ἡμᾶς φιλίαν. ὃ δὲ πρὸς τῶν λόγων ἐπαινεῖς, τὴν σωφροσύνην καὶ τὸ μὴ παραδοῦναι τὰς ψυχὰς ταῖς οὐ καλαῖς ἡδοναῖς, πάνυ τούτου πεποίηνται πρόνοιαν,πεποίηται πρόνοια Med. καὶ διήγαγον, ὡς εἰκὸς ἦν,τῶν add. Anglicanus. τοῦ πέμψαντος μεμνημένους.μεμνημένοι editi antiqui. δέχου δὴ τὰ σεαυτοῦ, καὶ ἐπαίνει τοὺς σέ τε κἀμὲ τῷ τρόπῳ κεκοσμηκότας. παρακαλεῖν δέ σε πρὸς τὸ βοηθεῖν, ὅμοιον ἦν τῷ πατέρα παισὶ παρακαλεῖν βοηθεῖν.
Λιβάνιος Βασιλείῳ
347
Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον,δυσγρήπιστον E. σὺ δὲ ὅσῳ τοὺς ἄλλους παρελήλυθας λογιότητι, τοσούτῳ καὶ φόβον μοι παρέχεις, μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν. κἀπειδὴ στρωτήρων δέομαι. κάμακας δʼ ἂν ἢ χάρακας ἄλλος εἶπε σοφιστής, οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζόμενος, ἢ τῆς χρείας γινόμενος· ἔγωγε,ἔγωγε Capps; ἐγὼ δὲ MSS. et editi. εἰ μὴ σὺ παράσχοις,παράσχῃς editi antiqui; παράσχοιο editio Basileensis. ὕπαιθρος διαχειμάσω.
Βασίλειος Λιβανίῳ