25
Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε·εἰσῆλθεom. E. μή τις τῶν αἱρετικῶν κακούργως τοῖς ἑαυτοῦ συγγράμμασι τὸ ἐμὸν ὄνομα παραγράψας,παρέγγραψας B, D. ἐλύπησέ σου τὴν ὀρθότητα καὶ ἐκείνην ἀφεῖναι τὴν φωνὴν προηγάγετο. οὐ γὰρ δὴ τοῖς γεγραμμένοις ὑφʼ ἡμῶν πρὸς τοὺς ἀνόμοιον κατʼ οὐσίαν τολμήσαντας εἰπεῖν τὸν Υἱὸν καὶ Θεὸν τῷ Θεῷ καὶ Πατρί, ἢ πρὸς τοὺς κτίσμα καὶ ποίημα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσαντας, ταύτην ἂν ἐπενεγκεῖν τὴν λοιδορίαν ἠνέσχου ὁ τοὺς μεγάλους ἄθλους ἐκείνους καὶ περιβοήτους ὑπὲρ τῆς ὀρθοδοξίας διενεγκών. λύσαις δʼ ἂν ἡμῖν τὴν ἀμηχανίαν αὐτός, εἰ ἐθελήσειας τὰ κινήσαντά σε πρὸς τὴν καθʼ ἡμῶν λύπην φανερῶς ἐξαγγεῖλαι.
Καισαρίῳ τῷ ἀδελφῷ Γρηγορίου.τῷ ἀδελφῷ Γρηγορίου om. A, B, C, D; Καισαρίῷ ἀδελφῷ Γρηγορίου τοῦ θεολόγου βασίλειος F.
26
Χάρις τῷ Θεῷ, τῷ τὰ ἑαυτοῦ θαυμάσια καὶ ἐνἐνom. A, B, C, D. σοὶ ἐπιδειξαμένῳ,ἐπιδεικνυμένῳ A, B, C, D. καὶ ἐκ τοσούτου θανάτου διασώσαντί σε, τῇ τε πατρίδι καὶ ἡμῖν τοῖς προσήκουσι. λείπεται δὴ οὖν μὴ ἀχαρίστους ἡμᾶς ὀφθῆναι μηδʼ ἀναξίους τῆς τοσαύτης εὐεργεσίας. ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν διαγγέλλειν τοῦ Θεοῦ τὰ παράδοξα, καὶ ἧς ἔργῳ πεπειράμεθα φιλανθρωπίας, ταύτην ἀνυμνεῖν, καὶ μὴ λόγῳ μόνον ἀποδιδόναι τὴν χάριν, ἀλλὰ καὶ ἔργῳ τοιοῦτον γενέσθαι, οἷον καὶ νῦν εἶναι πειθόμεθα, τεκμαιρόμενοι τοῖς περί σε θαύμασι.