365
Σὺ οὖν ἐκδυσωπηθείς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν, ἵνʼ οὕτω, τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος, δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον. καὶ γὰρ τῷ πολυστενάκτῳ βίῳ τῶν Ἰουδαίων σπλαγχνισθεὶς ὁ Κύριος, τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ, δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. πολὺς οὖν ἡμῖν ὁ τοῦ ποταμοῦ τρόπος, ἀνθρώποις μὲν γέγονεν ὄλεθρος· ἄνω δὲ πελαγίζοντος αὐτοῦ, καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος, καὶ ἐκ τῆς ἰλύος σκεπομένης τῆς ἀρούρας, ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν, καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. καὶ εἰ μὲν ἦν ἄνθρωπος ἄνθρωπον ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.
Βασίλειος πρὸς Οὐρβίκιον μονάζοντα περὶ ἐγκρατείας
366
Καλῶς ποιεῖς ὅρους ἡμῖν εὐθεῖς ὁρίζων, ἵνα μὴ μόνον ἐγκράτειαν ἴδωμεν ἀλλὰ καὶ τὸν καρπὸν αὐτῆς. ἔστιν οὖν ὁ καρπὸς αὐτῆς Θεοῦ μετουσία. τὸ γὰρ μὴ φθείρεσθαι Θεοῦ μετέχειν ἐστίν, ὥσπερ τὸ φθείρεσθαι βίου μετουσία. ἐγκράτεια γάρ ἐστιν σώματος ἄρνησις καὶ ὁμολογία πρὸς Θεόν. ἀποβαίνει τοῦ θνητοῦ παντός, ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα· καὶ Θεῷ μίσγεσθαι ποιεῖ, οὔτε ζῆλον ἔχουσα οὔτε φθόνον. ὁ γὰρ ἐρῶν σώματος ἑτέρῳ διαφθονεῖται, ὁ δὲ μὴ κομισάμενος εἰς καρδίαν τῆς φθορᾶς τὴν νόσον ἔρρωται λοιπὸν πόνῳ παντί, καίπερ ἀποθανὼν μὲν τῷ σώματι, ζῶν δὲ τῇ ἀφθαρσίᾳ. καί μοι τελείως καταμανθάνοντι, ἐγκράτεια δοκεῖ ὁ Θεὸς εἶναι, ὅτι μηδενὸς ἐπιθυμεῖ, ἀλλὰ πάντα ἔχει ἐν ἑαυτῷ· καὶ οὐδενὸς ὀρέγεται, οὐδὲ ἔχει πάθος περὶ τοὺς ὀφθαλμούς, οὐδὲ περὶ τὰ ὦτα, ἀλλὰ ἀνενδεὴς ὤν, πλήρης δι’ ὅλου ἐστίν. ἐπιθυμία νόσος ἐστὶ ψυχῆς, ὑγεία δὲ ἐγκράτεια.