2
Ἡσυχία οὖν ἀρχὴ καθάρσεως τῇ ψυχῇ, μήτε γλώττης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. νοῦς μὲν γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενοςδιαφορούμενος C. ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι’ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενοςτε καὶ ἐλλαμπόμενος om. editi; non tamen A, B, C, E, F. καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι· πῶς μὲν κατορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, καὶ αἱ λοιπαὶ ἀρεταὶ ὅσαι ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι καθηκόντως ἕκαστα ἐπιτελεῖν τῶν κατὰ τὸν βίον ὑποβάλλουσι τῷ σπουδαίῳ.