28
Ἀλλὰ ποῦ μοι ὁ λόγος ὑφʼ ἡδονῆς τῶν δακρύων ἐκφέρεται; οὐκ ἀνανήψομεν; οὐχ ἡμῶν αὐτῶν γενησόμεθα; οὐκ ἀποβλέψομενἀναβλέψομεν B, C. πρὸς τὸν κοινὸν Δεσπότην, ὃς ἕκαστον τῶν ἁγίων τῇ ἰδίᾳ γενεᾷ ἐπιτρέψας ὑπηρετήσασθαι, τοῖς καθήκουσι χρόνοις πρὸς ἑαυτὸν πάλιν ἀνεκαλέσατο; νῦν ἐν καιρῷ τῶν ἐκείνου φωνῶν ὑπομνήσθητε, ὃς ἐκκλησιάζων ὑμῖνὑμῖνom. F. ἀεὶ διεστέλλετο, Βλέπετε, λέγων, τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας. πολλοὶ οἱ κύνες. τί λέγω κύνες; λύκοι μὲν οὖν βαρεῖς, ἐν ἐπιφανείᾳ προβάτων τὸ δολερὸν ὑποκρύπτοντες, πανταχοῦ τῆς οἰκουμένης τὸ Χριστοῦ ποίμνιον διασπῶσιν. οὓς φυλακτέον ὑμῖν, ἐγρηγορικοῦ τινὸς ποιμένος ἐπιστασίᾳ. ὃν ὑμέτερον μὲν αἰτῆσαι, φιλονεικίας πάσης καὶ φιλοπρωτίας τὰς ψυχὰς καθαρεύοντας, τοῦ Κυρίου δὲ ἀναδεῖξαι, ὃς ἀπὸ τοῦ μεγάλου προστάτου τῆς ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπʼ ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεί, οἷον ἔκ τινος ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον κάλλος τῆς ἐκκλησίας ὑμῶν ἐχαρίσατο. ὥστε οὐδὲ τῶν ἐφεξῆς ἀπελπιστέον. οἶδε γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀγάγοι ἂνἂνom. E. εἰς τὸ μέσον τοὺς παρʼ ἡμῶν τυχὸν οὐ προσδοκωμένους.
28
Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι, ἡ ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει. ἀλλʼ ἐπισκήπτω ὑμῖν πρὸς τῶν πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχήν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα, καὶ τῆς ἐφʼ ἑκάτερα τῶν πραγμάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον· μηδέ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι, εἶτα, ἑκάστου τῇ αὐτοῦαὐτῇ A, B, C, D, E, F. διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους.