31
Ὃς ὁποῖα μὲν κάμνει, οὐδὲ τὴν σὴν ἔλαθε τιμιότητα. λυπεῖ δὲ ἡμᾶς ὅτι πᾶσα παραμυθίας ἐλπὶς ἐπʼ αὐτῷ περικέκοπται, τῶν ἐχόντων τὰ τῆς ἰάσεως χαρίσματα οὐδὲν ἐπʼ αὐτοῦ τῶν συνήθων ἐνεργῆσαι συγχωρηθέντων. διὸ πάλιν τῶν σῶν προσευχῶν τὴν βοήθειαν ἐπικαλεῖται. σὺ δὲ τὰ συνήθη προστῆναι, καὶ διὰ τὴν σεαυτοῦ περὶ τοὺς κάμνοντας εὐσπλαγχνίαν, καὶ δι’ ἡμᾶς τοὺς ὑπὲρ αὐτοῦ πρεσβεύοντας, παρακλήθητι, καί, εἰ μὲν οἷόν τε, πρὸς ἑαυτὸνσεαυτὸν F. μεταστεῖλαι τοὺς εὐλαβεστάτουςcorrected to εὐσεβεστάτους alia manu F. τῶν ἀδελφῶν, ὥστε ὑπὸ ταῖς σαῖς ὄψεσι προσαχθῆναι αὐτῷ τὴν ἐπιμέλειαν· εἰ δὲ τοῦτο ἀδύνατον, μετὰ γραμμάτων αὐτὸν προπέμψαι καὶ συστῆσαι τοῖς ἔμπροσθεν καταξίωσον.
Σωφρονίῳ μαγίστρῳδιὰ Γρηγόριον ἐπίσκοπον add. C.
32
Ἀπολαύει τοῦ καιροῦ καὶ ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν Γρηγόριος ὁ ἐπίσκοπος· ὀδυνᾶται γὰρ μετὰ πάντων καὶ αὐτὸς ἐπηρείαις ἀλλεπαλλήλοις,ἐπαλλήλοις C, D. ὥσπερ τισὶ πληγαῖς ἀπροσδοκήτοις, τυπτόμενος. ἄνθρωποι γὰρ μὴ φοβούμενοι τὸν Θεόν, τάχα που καὶ ὑπὸ τοῦ μεγέθους τῶν κακῶν βιαζόμενοι, ἐπηρεάζουσιν αὐτῷ ὡς χρήματα Καισαρίου παρʼ αὐτῶν εἰληφότος.