2
Μεγίστη δὲ ὁδὸς πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν καὶκαὶ om. A, B. ἡ μελέτη τῶν θεοπνεύστων Γραφῶν. ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσοιατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀῤῥωστήματι φάρμακον. καὶ ὁ μὲν ἐραστὴς τῆς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρʼ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον. ἀνδρίαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτός, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆςτῆς ψυχῆς om. C. φρόνημα διασώζων· ἀλλʼ οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινά, παρωξύνθη. πάλιν σκοπῶν τις πῶς ἂν πρᾶος ἐν ταὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν Δαβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. τοιοῦτος ἦνἦν om. Ed. Ben.; non tamen A, B, E. καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανιστάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθʼ ἑαυτοῦ διαβολὰς ὑποφέρων. καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόναςεἰκόνες εἰκόνα. A, B γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως.