38
Τὰ δὲ τῶν ὀνομάτων ἰδικωτέραν ἔχει τὴν ἔνδειξιν, δι’ ἧς οὐχ ἡοὐχ ἡ οὐχὶ C, D, E. κοινότης τῆςτις B, D. φύσεως ἐνθεωρεῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματός τινος περιγραφή, μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενές, κατὰ τὸ ἰδίαζον, τὴν κοινωνίαν, οἷον ὁ Παῦλος, ἢ ὁ Τιμόθεος. οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασαχωρήσασα A. τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν. ὅταν οὖν δύο ἢ καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητῆται λόγος, οὐκ ἄλλον τις ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ ἄλλον ἐπὶ τοῦΠαύλου λόγον... ἐπὶ τοῦom. C, D. Τιμοθέου· ἀλλὰ δι’ ὧν ἂν λόγων ἡ οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι· καί εἰσιν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι. ἐπειδὰν δέ τις, τὸ κοινὸν μαθών, ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν, δι’ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων.
38
Τοῦτο τοίνυν φαμέν· τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι. ὁ γὰρ ἄνθρωπον εἰπὼν ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῇ ἀκοῇ ἐνεποίησεν, ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὼςὑφεστηκὸς C, D. καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι. ὁ δὲ Παῦλον εἰπὼν ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν.