38
Κατὰ τὸν αὐτὸν οὖν τρόπον, ὥσπερ ἐφερμηνεύων τὸν προαποδοθέντα νοῦν, καὶ ὑποστάσεως χαρακτῆρά φησι, τοῖς σωματικοῖς ἡμᾶς ὑποδείγμασιὑποδείγμασι from δόγμασι alia m. F. πρὸςπρὸς from καὶ alia m. F. τὴν τῶν ἀοράτων χειραγωγῶν κατανόησιν. ὡς γὰρ τὸ σῶμα πάντως ἐστὶν ἐν σχήματι, ἀλλʼ ἕτερος μὲν ὁ τοῦ σχήματος,σώματος F. ἕτερος δὲ ὁ τοῦ σώματοςσχήματος F. λόγος, καὶ οὐκ ἄν τις ἀποδιδοὺς τὸν ἑκατέρου τούτων ὁρισμὸν συνενεχθείη τῷ περὶ τοῦ ἑτέρου· πλὴν ἀλλὰ κἂν λόγῳ διακρίνῃςδιακρίνῃ C, D, F. τὸ σχῆμα τοῦ σώματος, ἡ φύσις οὐ παραδέχεται τὴν διάκρισιν, ἀλλὰ συνημμένως νοεῖται μετὰ τοῦ ἑτέρου τὸ ἕτερον· οὕτως οἴεται δεῖν ὁ ἀπόστολος, κἂν ὁ τῆς πίστεως λόγος ἀσύγχυτον καὶ διῃρημένην τὴν τῶν ὑποστάσεων διδάσκῃ διαφοράν, ἀλλὰ καὶ τὸ προσεχὲς καὶ οἱονεὶ συμφυὲς τοῦ Μονογενοῦς πρὸς τὸν Πατέρα διὰ τῶν εἰρημένων παριστάναι,παρίστησιν editi; παριστάναι R. J. D. οὐχ ὡς οὐκ ὄντος ἐν ὑποστάσει καὶ τοῦ Μονογενοῦς, ἀλλʼ ὡς οὐ παραδεχομένου μεσότητά τινα τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα ἑνώσεως· ὥστε τὸν τῷ χαρακτῆρι τοῦ Μονογενοῦς διὰ τῶν τῆς ψυχῆς ὀμμάτων ἐνατενίσαντα καὶ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐν περινοίᾳ γενέσθαι, οὐκ ἐπαλλασσομένης οὐδὲ συναναμιγνυμένης τῆς ἐπιθεωρουμένηςἐπιθεωρούσης E. αὐτοῖς ἰδιότητος, ὡς ἢ τῷ Πατρὶ τὴν γέννησιν, ἢ τῷ Υἱῷ τὴν ἀγεννησίαν ἐπιμορφάζειν, ἀλλʼ ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντας,διαζεύξαντος E. ἐφʼ ἑαυτοῦ μόνουμόνον C, D. καταλαβεῖνκαταλαβεῖν from καταλαμβάνειν alia m. F. τὸ λειπόμενον. οὐδὲ γάρ ἐστι δυνατόν, Υἱὸν ὀνομάσαντα, μὴ καὶ Πατρὸς ἐν περινοίᾳ γενέσθαι, σχετικῶς τῆς προσηγορίας ταύτης καὶ τὸν Πατέρα συνεμφαινούσης.