39
Ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς πάρεργον αὐτὸ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοί, καὶ πάντως ἱκανοὶ πρὸς πάντα. δίδωμιδίδωσι codd. Jul., sed δίδωμι ed. Bas. οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως μόνης, ἧςἧς μόνης ed. Jul. οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθʼ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος, ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλουςἀλλήλοις ed. Jul. ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων. ἔνθεν ἔξεστιν ἡμῖν (ἀπείη δὲ φθόνος) ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς, ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα.
39
Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες (ἐπῄνεσα γὰρ ἐμαυτόν, ὥσπερ Ἀστυδάμας), ἀλλʼ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν, ἅτε ἀνδρὸς ἔμφρονος, ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ, ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησόμενος δρόμῳ. συνδιατρίψας δὲ ἡμῖν ἐφʼ ὅσουὅσον codd. Jul. σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφʼ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιῇ.
Ἰουλιανὸς ΒασιλείῳἸουλιανὸς βασιλεὺς βασιλείῳ E; Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς τὸν μέγαν βασίλειον C, D; Ἰουλιανοῦ πρὸς τὸν ἅγιον βασίλειον F.