42
Σωτηρίου πράγματος αἴτιοςεὖ add. C. γενήσομαί σοι, ὦ γνήσιε ἀδελφέ, εἰ ἡδέως συμβουλευθείηςσυμβουλευθῆς C. παρʼ ἡμῶν τὰ πρακτέα, μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸςαὐτὸςom. C. παρεκάλεσας συμβουλεῦσαί σοι. τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. καὶ πάντως οὐκ ἐν προθέσει μόνονμόνῃ C. τὸ τέλος ὑπάρχει, ἀλλʼ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμπάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. φησὶ γὰρ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων· Τίς βουλομενος οἶκονπῦργον C. οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντοςαὐτοῦ add. C. ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παραπορευόμενοι λέγοντες, ὅτι ὁ ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε,τέθεικε C. καὶ οὐκ ἴσχυσεναὐτὸ add. C. ἐκτελέσαι. ἡ οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷτῷ τὸ τῶν κατορθωμάτων τέλος ἐπειγομένῃ. τοῦτο γὰρ διδάσκει ἡμᾶς τῷ οἰκείῳ C. κατορθώματι. καὶ γὰργὰρom. C. ὁ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶςβουλόμενος ἡμᾶςom. C. μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοιςπροβεβιωμένοις βεβαιουμένοις ἡμῖν C. ἀγαθοῖς, ἀλλʼ ὁσημέραι εἰς τὸ πρόσωπρόσωom. C. προκόπτειν, λέγει·λέγων C. Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκωδιώκων C. ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. τοιοῦτος γὰρ ὑπάρχει ὅλος ὁ τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. τί γὰρ ὠφελεῖ ἄνθρωπον ὁ χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦχθιζοῦ C. κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας. οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ.