42
Λέγε μοι, ὦ κακὴ ἔννοια, καὶ ὁ τῆς προσκαίρου ἡδυπαθείας τε καὶ κενοδοξίας δαίμων, τί μοι τὸ ὄφελος τῆς τούτων θεωρίας τε καὶ ἀκροάσεως, μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναιτοῖς ἀδυνάτοις ἐπαμῦναι τῶν ἀδικούντων τὴν ὁρμὴν ἀνακόψαι δυναμένῳ C. μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸνἑαυτὸν C. προσαπολλύειν; ὥσπερ γὰρ ὀλίγον ὕδωρ καθαρὸν ὑπὸ πολλῆς ζάλης ἀνέμου καὶ κονιορτοῦ ἀφανίζεται, οὕτως ἃ νομίζομεν καλὰ ἐν τῷ βίῳ ποιεῖνἐνώπιον τῶν ἀνθρώπων add. C. ὑπὸ τοῦ πλήθους τῶν κακῶν καλύπτεται. αἱ μὲν γὰρ τραγῳδίαι ὥσπερ σκόλοπες τοῖς κατὰ τὸν βίον δι’ εὐθυμίας καὶ χαρᾶς ἐν ταῖς καρδίαις αὐτῶν ἐμπήσσονται, ἵνα τῆς ψαλμῳδίας ἐπισκοτίσῃἐπισκοτήσῃ C. τὸ καθαρόν. αἱ δὲ οἰμωγαὶ καὶ ὁ ὀδυρμὸς τῶν ἀδικουμένων ἀνθρώπων παρὰ τῶν ὁμοφύλων ἐπάγονται, ἵνα δειχθῇ τῶν πενήτων ἡ ὑπομονή. τίς οὖν ὠφέλεια ἐμοί,ἐμοίom. C. ἢ δηλονότι τῆς ψυχῆς ἡ βλάβη;