Εὐσταθίῳ φιλοσόφῳπρὸς Εὐστάθιον πρεσβύτερον Ἀντιοχείας A, B; πρὸς Εὐστάθιον φιλόσοφον ἀπὸ Ἀντιοχείας πρὸ τοῦ πρεσβύτερον κατασταθῆναι C, D, G; Εὐσταθίῳ φιλοσόφῳ Ἀντιοχείας περὶ τοῦ πρεσβυτερίου F. According to the Benedictines none of these titles is possible because Eustathius was not a presbyter, but a heathen, as is indicated by Basil's words: Is not all this the hand of fate, as you yourself would say, and the work of necessity.
1
Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς λεγομένηςλεγομένης om. A B, C, D. τύχης ἐπηρείας, παρʼ ἧς ἀεί τι πρὸς τὸ μὴ συγγενέσθαι σοι ἐμπόδιον γέγονε, θαυμαστῶς πως ἀνεκαλέσω καὶ παρεμυθήσω τοῖς γράμμασι. καὶ γάρ πως ἤδη καὶ κατʼ ἐμαυτὸν ἔστρεφον, μή ποτε ἀληθές ἐστι τὸ παρὰ τῶν πολλῶν θρυλλούμενον, ὅτι ἀνάγκη τίς ἐστι καὶ εἱμαρμένη ἡ καὶ τὰ μικρὰ καὶ τὰ μείζω τῶν ἡμετέρων ἄγουσα, αὐτοὶ δὲ οὐδενός ἐσμεν οἱ ἄνθρωποι κύριοι· ἤ, εἰ μὴ τοῦτο, τύχη τις πάντως τὸν ἀνθρώπινον ἐλαύνει βίον. καὶ τούτων πολλὴν συγγνώμην ἕξεις τῶν λογισμῶν, ἐπειδὰν τὰς αἰτίας, ὑφʼ ὧν εἰς αὐτοὺς προήχθην, μάθῃς.