Thesauros Edebiyat Tragedya Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Stasimon 1

[Choral]
οὔποτε φήσω γάμον εὐφραίνειν
Χορός
πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν
 
τεκμαιρόμενος καὶ τάσδε τύχας 240
 
λεύσσων βασιλέως, ὅστις ἀρίστης
 
ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον
 
τὸν ἔπειτα χρόνον βιοτεύσει.
[Choral 1]
Ἅλιε καὶ φάος ἁμέρας,
Ἄλκηστις
οὐράνιαί τε δῖναι νεφέλας δρομαίου. 245
Ἄδμητος
ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας,
 
οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ.
Ἄλκηστις
γαῖά τε καὶ μελάθρων στέγαι
 
νυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.
Ἄδμητος
ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς· 250
 
λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.
[Choral 2]
ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ·
Ἄλκηστις
νεκύων δὲ πορθμεὺς
 
ἔχων χέρ’ ἐπὶ κοντῷ Χάρων
 
μ’ ἤδη καλεῖ· Τί μέλλεις; 255
 
ἐπείγου· σὺ κατείργεις. τάδε τοί με
 
σπερχόμενος ταχύνει.
Ἄδμητος
οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίαν
 
ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.
Ἄλκηστις
ἄγει μ’ ἄγει τις· ἄγει μέ τις—οὐχ ὁρᾷς;—
 
νεκύων ἐς αὐλάν, 260
 
ὑπ’ ὀφρύσι κυαναυγέσι
 
βλέπων πτερωτός—αἵδας.
 
μέθες με· τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει-
 
λαιότατα προβαίνω.
Ἄδμητος
οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ
 
καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε. 265
← Önceki Stasimon 1 · 2 / 3 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi