Thesauros Edebiyat Tragedya Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Stasimon 2

[Choral 2]
δυναίμαν δέ σε πέμψαι
Χορός
φάος ἐξ Ἀίδα τεράμνων
 
καὶ Κωκυτοῖο ῥεέθρων
 
ποταμίᾳ νερτέρᾳ τε κώπᾳ.
 
σὺ γὰρ ὤ, μόνα, ὦ φίλα γυναικῶν, 460
 
σὺ τὸν αὑτᾶς
 
ἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαι
 
ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι
 
χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι
 
καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν ἔμοιγ’ ἂν εἴη
 
στυγηθεὶς τέκνοις τε τοῖς σοῖς. 465
 
ματέρος οὐ θελούσας
 
πρὸ παιδὸς χθονὶ κρύψαι
 
δέμας, οὐδὲ πατρὸς γεραιοῦ,
 
 
ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι,
 
σχετλίω, πολιὰν ἔχοντε χαίταν. 470
 
σὺ δ’ ἐν ἥβᾳ 470
 
νέᾳ προθανοῦσα φωτὸς οἴχῃ.
 
τοιαύτας εἴη μοι κῦρσαι
 
συνδυάδος φιλίας ἀλόχου· τοῦτο γὰρ
 
ἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ’ ἄλυπος
 
δι’ αἰῶνος ἂν ξυνείη. 475
← Önceki Stasimon 2 · 3 / 3 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi