Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Prologos

Ἑρμῆς
ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
 
γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο,
 
οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
 
γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη
 
ἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκα 65
 
ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε
 
ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
 
ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ.
 
δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
 
Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι 70
 
κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
 
γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου
 
κρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα.
 
Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός,
 
ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα. 75
 
ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε,
 
τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
 
ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
 
τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα
 
δάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν, 80
 
Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.
← Önceki Prologos · 3 / 3 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi