Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 2

[Episode]
τίνα συνάντησιν; 535
Ξοῦθος
δόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦ 535
Ἴων
συμφορᾶς τίνος κυρῆσαι;
Ξοῦθος
παῖδʼ ἐμὸν πεφυκέναι.
Ἴων
σὸν γεγῶτʼ, ἢ δῶρον ἄλλως;
Ξοῦθος
δῶρον, ὄντα δʼ ἐξ ἐμοῦ.
Ἴων
πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν;
Ξοῦθος
οὐκ ἄλλῳ, τέκνον.
Ἴων
ἡ τύχη πόθεν ποθʼ ἥκει;
Ξοῦθος
δύο μίαν θαυμάζομεν.
Ἴων
ἔα. τίνος δέ σοι πέφυκα μητρός; 540
Ξοῦθος
οὐκ ἔχω φράσαι. 540
Ἴων
οὐδὲ Φοῖβος εἶπε;
Ξοῦθος
τερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην.
Ἴων
γῆς ἄρʼ ἐκπέφυκα μητρός.
Ξοῦθος
οὐ πέδον τίκτει τέκνα.
Ἴων
πῶς ἂν οὖν εἴην σός;
Ξοῦθος
οὐκ οἶδʼ, ἀναφέρω δʼ ἐς τὸν θεόν.
Ἴων
φέρε λόγων ἁψώμεθʼ ἄλλων.
Ξοῦθος
ταῦτʼ ἀμείνονʼ, ὦ τέκνον.
Ἴων
ἦλθες ἐς νόθον τι λέκτρον; 545
Ξοῦθος
μωρίᾳ γε τοῦ νέου. 545
Ἴων
πρὶν κόρην λαβεῖν Ἐρεχθέως;
Ξοῦθος
οὐ γὰρ ὕστερόν γέ πω.
Ἴων
ἆρα δῆτʼ ἐκεῖ μʼ ἔφυσας;
Ξοῦθος
τῷ χρόνῳ γε συντρέχει.
Ἴων
κᾆτα πῶς ἀφικόμεσθα δεῦρο —
Ξοῦθος
ταῦτʼ ἀμηχανῶ.
Ἴων
διὰ μακρᾶς ἐλθὼν κελεύθου;
Ξοῦθος
τοῦτο κἄμʼ ἀπαιολεῖ.
← Önceki Epeisodion 2 · 2 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi