Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Choral 2]
ἵνʼ ἐλπίζει βασιλεύ-
Χορός
σειν ἄλλων πόνον ἐσπεσὼν
 
ὁ Φοίβειος ἀλάτας.
 
ὁρᾶθʼ ὅσοι δυσκελάδοι- 1090
 
σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθʼ ὕμνοις
 
ἁμέτερα λέχεα καὶ γάμους
 
Κύπριδος ἀθέμιτας ἀνοσίους, ὅσον
 
εὐσεβίᾳ κρατοῦμεν
 
ἄδικον ἄροτον ἀνδρῶν. 1095
 
παλίμφαμος ἀοιδὰ
 
καὶ μοῦσʼ εἰς ἄνδρας ἴτω
 
δυσκέλαδος ἀμφὶ λέκτρων.
 
δείκνυσι γὰρ ὁ Διὸς ἐκ
 
παίδων ἀμνημοσύναν, 1100
 
οὐ κοινὰν τεκέων τύχαν
 
οἴκοισι φυτεύσας
 
δεσποίνᾳ· πρὸς δʼ Ἀφροδί-
 
ταν ἄλλαν θέμενος χάριν
 
νόθου παιδὸς ἔκυρσεν. 1105
← Önceki Stasimon 3 · 12 / 12 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi