Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Episode]
λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα
Πρεσβύτης
τὸν παῖδʼ ἔφυσεν, ἐξενωμένον δέ τῳ 820
 
Δελφῶν δίδωσιν ἐκτρέφειν. ὃ δʼ ἐν θεοῦ
 
δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
 
νεανίαν δʼ ὡς ᾔσθετʼ ἐκτεθραμμένον,
 
ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν.
 
κᾆθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατο 825
 
πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς
 
τοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα,
 
ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων
 
τυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.
 
καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένον 830
 
Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.
Χορός
οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,
 
οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖς
 
κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
 
θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον. 835
Πρεσβύτης
καὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσῃ κακόν·
 
ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸς
 
γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.
 
ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦς
 
μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν, 840
 
ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν,
 
τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
 
ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν·
 
ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ
 
ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν 845
 
καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
 
εἰ γάρ γʼ ὑφήσεις τοῦδʼ, ἀπαλλάξῃ βίου.
 
δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος,
← Önceki Stasimon 3 · 3 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi