Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Episode]
οὓς ἀποδείξω
Κρέουσα
λέκτρων προδότας ἀχαρίστους. 880
 
ὦ τᾶς ἑπταφθόγγου μέλπων
 
κιθάρας ἐνοπάν, ἅτʼ ἀγραύλοις
 
κέρασιν ἐν ἀψύχοις ἀχεῖ
 
μουσᾶν ὕμνους εὐαχήτους,
 
σοὶ μομφάν, ὦ Λατοῦς παῖ, 885
 
πρὸς τάνδʼ αὐγὰν αὐδάσω.
 
ἦλθές μοι χρυσῷ χαίταν
 
μαρμαίρων, εὖτʼ ἐς κόλπους
 
κρόκεα πέταλα φάρεσιν ἔδρεπον,
 
ἀνθίζειν χρυσανταυγῆ· 890
 
λευκοῖς δʼ ἐμφὺς καρποῖσιν
 
χειρῶν εἰς ἄντρου κοίτας
 
κραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσαν
 
θεὸς ὁμευνέτας
 
ἆγες ἀναιδείᾳ 895
 
Κύπριδι χάριν πράσσων.
 
τίκτω δʼ ἁ δύστανός σοι
 
κοῦρον, τὸν φρίκᾳ ματρὸς
 
εἰς εὐνὰν βάλλω τὰν σάν,
 
ἵνα με λέχεσι μελέαν μελέοις 900
 
ἐζεύξω τὰν δύστανον.
 
οἴμοι μοι· καὶ νῦν ἔρρει
 
πτανοῖς ἁρπασθεὶς θοίνα
 
παῖς μοι καὶ σός, τλάμων·
 
σὺ δὲ κιθάρᾳ κλάζεις 905
 
παιᾶνας μέλπων.
 
ὠή,
 
τὸν Λατοῦς αὐδῶ σʼ,
← Önceki Stasimon 3 · 5 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi