Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Episode]
ὅστʼ ὀμφὰν κληροῖς
Κρέουσα
πρὸς χρυσέους θάκους
 
καὶ γαίας μεσσήρεις ἕδρας, 910
 
εἰς οὖς αὐδὰν καρύξω·
 
Ἰὼ κακὸς εὐνάτωρ,
 
ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ
 
χάριν οὐ προλαβὼν
 
παῖδʼ εἰς οἴκους οἰκίζεις· 915
 
ὁ δʼ ἐμὸς γενέτας καὶ σός γʼ, ἀμαθής,
 
οἰωνοῖς ἔρρει συλαθείς,
 
σπάργανα ματέρος ἐξαλλάξας.
 
μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφνας
 
ἔρνεα φοίνικα παρʼ ἁβροκόμαν, 920
 
ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατο
 
Λατὼ Δίοισί σε καρποῖς.
Χορός
οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
 
κακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
Πρεσβύτης
ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι 925
 
πρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς.
 
κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί,
 
πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο,
 
οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν
 
μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς. 930
 
τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς;
 
ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεως
 
θηρσὶν φίλον τύμβευμʼ; ἄνελθέ μοι πάλιν.
Κρέουσα
αἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως.
Πρεσβύτης
ὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις. 935
Κρέουσα
ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτρας
 
πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;
← Önceki Stasimon 3 · 6 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi