Thesauros Edebiyat Tragedya Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Episode]
τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;
Πρεσβύτης
σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ.
Κρέουσα
τὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῷ μένει.
Πρεσβύτης
μή νυν ἔτʼ οἴκτων, θύγατερ, ἀντεχώμεθα. 970
Κρέουσα
τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν.
Πρεσβύτης
τὸν πρῶτον ἀδικήσαντά σʼ ἀποτίνου θεόν.
Κρέουσα
καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσʼ ὑπερδράμω;
Πρεσβύτης
πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.
Κρέουσα
δέδοικα· καὶ νῦν πημάτων ἄδην ἔχω. 975
Πρεσβύτης
τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.
Κρέουσα
αἰδούμεθʼ εὐνὰς τὰς τόθʼ ἡνίκʼ ἐσθλὸς ἦν.
Πρεσβύτης
νῦν δʼ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.
Κρέουσα
πῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γʼ ἄν.
Πρεσβύτης
ξιφηφόρους σοὺς ὁπλίσασʼ ὀπάονας. 980
Κρέουσα
στείχοιμʼ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε;
Πρεσβύτης
ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους.
Κρέουσα
ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές.
Πρεσβύτης
ὤμοι, κακίζῃ· φέρε, σὺ νῦν βούλευέ τι.
Κρέουσα
καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια. 985
Πρεσβύτης
ἀμφοῖν ἂν εἴην τοῖνδʼ ὑπηρέτης ἐγώ.
Κρέουσα
ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;
Πρεσβύτης
οἶδʼ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.
Κρέουσα
ἐνταῦθα Γοργόνʼ ἔτεκε Γῆ, δεινὸν τέρας.
Πρεσβύτης
ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον; 990
Κρέουσα
ναί· καί νιν ἔκτεινʼ ἡ Διὸς Παλλὰς θεά.
Πρεσβύτης
ποῖόν τι μορφῆς σχῆμʼ ἔχουσαν ἀγρίας;
Κρέουσα
θώρακʼ ἐχίδνης περιβόλοις ὡπλισμένον.
Πρεσβύτης
ἆρʼ οὗτός ἐσθʼ ὁ μῦθος ὃν κλύω πάλαι;
Κρέουσα
ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν. 995
Πρεσβύτης
ἣν αἰγίδʼ ὀνομάζουσι, Παλλάδος στολήν;
← Önceki Stasimon 3 · 8 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi