Thesauros Edebiyat Tragedya Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Epeisodion 3

Ἑκάβη
αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν. 890
 
ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ.
 
αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις,
 
πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα.
 
ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.
Ἑλένη
Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου 895
 
τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν
 
βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
 
ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,
 
ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες
 
Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι; 900
Μενέλαος
οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλʼ ἅπας στρατὸς
 
κτανεῖν ἐμοί σʼ ἔδωκεν, ὅνπερ ἠδίκεις.
Ἑλένη
ἔξεστιν οὖν πρὸς ταῦτʼ ἀμείψασθαι λόγῳ,
 
ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;
Μενέλαος
οὐκ ἐς λόγους ἐλήλυθʼ, ἀλλά σε κτενῶν. 905
Ἑκάβη
ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδʼ ἐνδεής,
 
Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους
 
ἡμῖν κατʼ αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶν
 
οὐδὲν κάτοισθα. συντεθεὶς δʼ ὁ πᾶς λόγος
 
κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν. 910
Μενέλαος
σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν,
 
ἔξεστι. τῶν σῶν δʼ οὕνεχʼ — ὡς μάθῃ — λόγων
 
δώσω τόδʼ αὐτῇ· τῆσδε δʼ οὐ δώσω χάριν.
Ἑλένη
ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,
 
οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος. 915
 
ἐγὼ δʼ, ἅ σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦ
 
κατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαι
 
τοῖς σοῖσι τἀμὰ καὶ τὰ σʼ αἰτιάματα.
 
πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,
← Önceki Epeisodion 3 · 2 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi