Thesauros Edebiyat Tragedya Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Epeisodion 3

Ἑλένη
ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,
 
κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί. 950
 
ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον·
 
ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς,
 
χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη,
 
λιποῦσαν οἴκους ναῦς ἐπʼ Ἀργείων μολεῖν.
 
ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι 955
 
πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,
 
οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεων
 
πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.
 
βίᾳ δʼ ὁ καινός μʼ οὗτος ἁρπάσας πόσις
 
Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν. 960
 
πῶς οὖν ἔτʼ ἂν θνῄσκοιμʼ ἂν ἐνδίκως, πόσι,
 
 
πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ,
 
τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίων
 
πικρῶς ἐδούλευσʼ; εἰ δὲ τῶν θεῶν κρατεῖν
 
βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε. 965
Χορός
βασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ
 
πειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγει
 
καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.
Ἑκάβη
ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι
 
καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα. 970
 
ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα
 
οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,
 
ὥσθʼ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,
 
Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ,
 
εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι 975
 
ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκʼ ἂν θεὰ
 
Ἥρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς;
← Önceki Epeisodion 3 · 4 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi