Thesauros Edebiyat Tragedya Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Epeisodion 3

Μενέλαος
ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν
 
λόγοις ἐνεῖται. — βαῖνε λευστήρων πέλας
 
πόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς 1040
 
θανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ.
Ἑλένη
μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
 
προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.
Ἑκάβη
μηδʼ οὓς ἀπέκτεινʼ ἥδε συμμάχους προδῷς·
 
ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι. 1045
Μενέλαος
παῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα.
 
λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν
 
τήνδʼ ἐκκομίζειν, ἔνθα ναυστολήσεται.
Ἑκάβη
μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.
Μενέλαος
τί δʼ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθʼ ἔχει; 1050
Ἑκάβη
οὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.
Μενέλαος
ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.
 
ἔσται δʼ ἃ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεται
 
ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις·
 
ἐλθοῦσα δʼ Ἄργος ὥσπερ ἀξία κακῶς 1055
 
κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν
 
πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε·
 
ὅμως δʼ ὁ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖ
 
τὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ ἐχθίονες.
← Önceki Epeisodion 3 · 7 / 7 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi