Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 1

Ἠλέκτρα
οἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον;
Ὀρέστης
φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;
Ἠλέκτρα
ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος. 245
Ὀρέστης
ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς;
Ἠλέκτρα
ἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον.
Ὀρέστης
ᾤμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι;
Ἠλέκτρα
οὐχ ᾧ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ.
Ὀρέστης
εἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω. 250
Ἠλέκτρα
ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις.
Ὀρέστης
σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.
Ἠλέκτρα
πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής.
Ὀρέστης
ἡ δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;
Ἠλέκτρα
οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν. 255
Ὀρέστης
ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν;
Ἠλέκτρα
γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
Ὀρέστης
καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
Ἠλέκτρα
οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε.
Ὀρέστης
ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην. 260
Ἠλέκτρα
τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.
Ὀρέστης
φεῦ·
 
γενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον.
Ἠλέκτρα
εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών.
Ὀρέστης
μήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο;
Ἠλέκτρα
γυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι. 265
Ὀρέστης
τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε;
Ἠλέκτρα
τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς.
Ὀρέστης
ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
Ἠλέκτρα
τοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην.
Ὀρέστης
οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις; 270
Ἠλέκτρα
οὐκ οἶδε· σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν.
← Önceki Epeisodion 1 · 2 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi