Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 1

Ὀρέστης
αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους;
Ἠλέκτρα
ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς.
Ὀρέστης
τί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ;
Ἠλέκτρα
ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή; 275
Ὀρέστης
ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
Ἠλέκτρα
τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ.
Ὀρέστης
ἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν;
Ἠλέκτρα
ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.
Ὀρέστης
λέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ; 280
Ἠλέκτρα
θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς.
Ὀρέστης
φεῦ·
 
εἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε.
Ἠλέκτρα
ἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
Ὀρέστης
νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου.
Ἠλέκτρα
εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων. 285
Ὀρέστης
ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
Ἠλέκτρα
πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
Ὀρέστης
ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
Ἠλέκτρα
ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
Ὀρέστης
οἴμοι, τόδʼ οἷον εἶπας· — αἴσθησις γὰρ οὖν 290
 
κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.
 
λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρω
 
λόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν.
 
ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,
 
σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιον 295
 
γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.
Χορός
κἀγὼ τὸν αὐτὸν τῷδʼ ἔρον ψυχῆς ἔχω.
 
πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
 
οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
Ἠλέκτρα
λέγοιμʼ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν — 300
← Önceki Epeisodion 1 · 3 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi