Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 1

Ἠλέκτρα
τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
 
ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
 
ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,
 
πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
 
πίνῳ θʼ ὅσῳ βέβριθʼ, ὑπὸ στέγαισί τε 305
 
οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
 
αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,
 
ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,
 
αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,
 
ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη. 310
 
ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
 
ἀναίνομαι δὲ Κάστορʼ, ᾧ πρὶν ἐς θεοὺς
 
ἐλθεῖν ἔμʼ ἐμνήστευον, οὖσαν ἐγγενῆ.
 
μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
 
θρόνῳ κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδες 315
 
δμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ,
 
Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
 
πόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγας
 
μέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν,
 
ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί, 320
 
καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
 
μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
 
Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
 
οὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνης
 
ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων. 325
 
μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
 
ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ
 
πέτροις τε λεύει μνῆμα λάινον πατρός,
 
καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·
 
ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς 330
← Önceki Epeisodion 1 · 4 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi